Ancient Greek · ~2 min
Choral 8
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 8.3
Not analysed yet
—σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν
πλόκαμον Ἀργεῖοι, βαλιὰν
ὥστε πετραίων ἀπʼ ἄντρων
ἐλθοῦσαν ὀρέων
μόσχον ἀκήρατον, βρότειον
αἱμάσσοντες λαιμόν·
οὐ σύριγγι τραφεῖσαν οὐδʼ
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς Αἰδοῦς
ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει
σθένειν τι πρόσωπον,
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι-
σθεν θνατοῖς ἀμελεῖται,
Ἀνομία δὲ νόμων κρατεῖ,
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
μή τις θεῶν φθόνος ἔλθῃ;