Ancient Greek · ~7 min
Episode 9, lines 9.1226-9.1268
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 9.1226-1268
Not analysed yet
οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις.
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν
μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ.
ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.
ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω·
ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη.
ἓν συντεμοῦσα πάντα νικήσω λόγον·
τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν,
τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν.
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε,
χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι,
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.