Ancient Greek · ~7 min
Episode 9, lines 9.1185-9.1225
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 9.1185-1225
Not analysed yet
εἶἑν·
θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς;
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών;
ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν,
εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;
ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά;
ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·
Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών.
ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον
σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα
Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται.
τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω·
εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν.
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά,
δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν.
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς.
πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ·
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον,
εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;