Ancient Greek · ~7 min
Episode 1, lines 1.52-1.95
Euripides, Μήδεια 1.52-95
Not analysed yet
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
παλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.
ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε
δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.