Ancient Greek · ~2 min
Choral 2, lines 2.1-2.3
Euripides, Μήδεια 2.1-3
Not analysed yet
ἰώ,
δύστανος ἐγὼ μελέα τε πόνων,
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
σπεύσατε θᾶσσον δώματος εἴσω
καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους. —
ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω. —
δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσιν;
αἰαῖ,
ἔπαθον τλάμων ἔπαθον μεγάλων
ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.