Ancient Greek · ~3 min
Choral 10
Euripides, Μήδεια 10
Not analysed yet
νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,
οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
δέξεται δύστανος ἄταν·
ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα
κόσμον αὐτὰ χεροῖν.
πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων
χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.
τοῖον εἰς ἕρκος πεσεῖται
καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
οὐχ ὑπεκφεύξεται.
σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων,
παισὶν οὐ κατειδὼς
ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
σᾷ στυγερὸν θάνατον.
δύστανε μοίρας ὅσον παροίχῃ.
μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων
μᾶτερ, ἃ φονεύσεις
τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ
σοι προλιπὼν ἀνόμως
ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.