Ancient Greek · ~4 min
Episode 13
Euripides, Μήδεια 13.1
Not analysed yet
ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
φονία τε Δίκη.
τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
τοῦ ψευδόρκου καὶ ξειναπάτου;
φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
ὦ τέκνα φίλτατα.
μητρί γε, σοὶ δ’ οὔ.
κἄπειτ’ ἔκανες;
σέ γε πημαίνουσ’.
ὤμοι, φιλίου χρῄζω στόματος
παίδων ὁ τάλας προσπτύξασθαι.
νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
τότ’ ἀπωσάμενος.
δός μοι πρὸς θεῶν
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.
Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,
οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
καὶ παιδοφόνου τῆσδε λεαίνης;
ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
τάδε καὶ θρηνῶ κἀπιθεάζω,
μαρτυρόμενος δαίμονας ὥς μοι
τέκνα κτείνασ’ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.