Ancient Greek · ~5 min
Choral 12
Euripides, Μήδεια 12
Not analysed yet
ἰὼ Γᾶ τε καὶ παμφαὴς
ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς
ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
φόβος ὑπ’ ἀνέρων.
ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.
μάταν μόχθος ἔρρει τέκνων,
ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
κυανεᾶν λιποῦσα Συμπληγάδων
πετρᾶν ἀξενωτάταν ἐσβολάν;
δειλαία, τί σοι φρενῶν βαρὺς
χόλος προσπίτνει καὶ δυσμενὴς
φόνος; ἀμείβεται
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ-
δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.
αἰαῖ.
—ἀκούεις βοὰν ἀκούεις τέκνων;
—ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.
—οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;
—οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.
παρέλθω δόμους; ἀρῆξαι φόνον
δοκεῖ μοι τέκνοις.
—ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.
—ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.
—τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-
ρος, ἅτις τέκνων
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.
—μίαν δὴ κλύω μίαν τῶν πάρος
γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·
πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ
τέκνων δυσσεβεῖ,
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.
τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ
γυναικῶν λέχος
πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.