Ancient Greek
Episode 5, lines 5.586-5.626
Euripides, Μήδεια 5.586-626
Not analysed yet
χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.
τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.
οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,
οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·
κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,
ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·
σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ
φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—
γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.