Ancient Greek · ~3 min
Choral 6
Euripides, Μήδεια 6
Not analysed yet
ἔρωτες ὑπὲρ μὲν ἄγαν
ἐλθόντες οὐκ εὐδοξίαν
οὐδ’ ἀρετὰν παρέδωκαν
ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
στέργοι δέ με σωφροσύνα,
δώρημα κάλλιστον θεῶν·
μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς
ἀκόρεστά τε νείκη
θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’
ὀξύφρων κρίνοι λέχη γυναικῶν.
ὦ πατρίς, ὦ δώματα, μὴ
δῆτ’ ἄπολις γενοίμαν
τὸν ἀμηχανίας ἔχουσα
δυσπέρατον αἰῶν’,
οἰκτροτάτων ἀχέων.
θανάτῳ θανάτῳ πάρος δαμείην
ἁμέραν τάνδ’ ἐξανύσασα· μό-
χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ
γᾶς πατρίας στέρεσθαι.
εἴδομεν, οὐκ ἐξ ἑτέρων
μῦθον ἔχω φράσασθαι·
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
ᾤκτισεν παθοῦσαν
δεινότατον παθέων.
ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-
ξαντα κλῇδα φρενῶν· ἐμοὶ
μὲν φίλος οὔποτ’ ἔσται.