Ancient Greek · ~7 min
Episode 1, lines 1.52-1.97
Euripides, Ὀρέστης 1.52-97
Not analysed yet
ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.
ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
—νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο.
οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;