Ancient Greek · ~6 min
Episode 1, lines 1.98-1.135
Euripides, Ὀρέστης 1.98-135
Not analysed yet
δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·
ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν
ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·
αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.