Ancient Greek · ~7 min
Episode 5, lines 5.2.534-5.2.578
Euripides, Ὀρέστης 5.2.534-578
Not analysed yet
ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,
πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
ἡ σὴ δὲ θυγάτηρ —μητέρʼ αἰδοῦμαι λέγειν —
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ
δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·
ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.