Ancient Greek
Episode 5, lines 5.2.579-5.2.621
Euripides, Ὀρέστης 5.2.579-621
Not analysed yet
πρὸς θεῶν —ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθʼ —ὃ μισήσειαν —Αἰγίσθου λέχος —
οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.