Ancient Greek · ~2 min
Episode 10
Euripides, Ῥῆσος 10.4
Not analysed yet
ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω;
ποῦ δῆθʼ Ἕκτωρ
τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
τίνι σημήνω διόπων στρατιᾶς
οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
δράσας ἀφανῆ φροῦδος, φανερὸν
Θρῃξὶν πένθος τολυπεύσας;
κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι
ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
ἔρρει στρατιά, πέπτωκεν ἄναξ
δολίῳ πληγῇ.
ἆ ἆ ἆ ἆ,
οἵα μʼ ὀδύνη τείρει φονίου
τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
Τροίᾳ κέλσαντʼ ἐπίκουρον;