Ancient Greek · ~10 min
Episode 10
Euripides, Ῥῆσος 10.5
Not analysed yet
τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
λυπρὸν μὲν οἶμαι τῷ θανόντι —πῶς γὰρ οὔ; —
τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία.
ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς
φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν
ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς
ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο
κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου
πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν
πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ,
ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν·
ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα.
ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται·
ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν
Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·
θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
ἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδων
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι
πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς
βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν
λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
ἆ ἆ.
ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.
καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε.
Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.
πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι,
μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,
κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε
οὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκην
πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.
φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
πόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί.
εὖ νυν τόδʼ ἴστε —Ζεὺς ὀμώμοται πατήρ —
ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος
μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα
τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.