Ancient Greek · ~4 min
Episode 2
Euripides, Ῥῆσος 2.4
Not analysed yet
στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.
σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,
βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.
ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
οἴσω κάρα σοι —σύμβολον δʼ ἔχων σαφὲς
φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —
ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.