Ancient Greek · ~4 min
Choral 3
Euripides, Ῥῆσος 3
Not analysed yet
Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
ναὸν ἐμβατεύων
Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
ρης, ἱκοῦ ἐννύχιος
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
ὦ παγκρατές, ὦ Τροΐας
τείχη παλαιὰ δείμας.
μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
Ἑλλάδος διόπτας
ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-
κων πατρὸς Ἰλιάδας.
Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,
δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
τὰς πόντιος Αἰακίδᾳ
Πηλεῖ δίδωσι δαίμων.
ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος
ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι
λήματος· ἦ σπανία τις
τῶν ἀγαθῶν, ὅταν ᾖ
δυσάλιος ἐν πελάγει
καὶ σαλεύῃ
πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·
ἔνι δὲ θράσος ἐν αἰχ-
μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν
συμμαχίαν ἀτίζει;
τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
οὐτάσει ἐν κλισίαις, τετράπουν
μῖμον ἔχων ἐπιγαίου
θηρός; ἕλοι Μενέλαν,
κτανὼν δʼ Ἀγαμεμνόνιον
κρᾶτʼ ἐνέγκοι
Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,
ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
γᾶν Τροΐαν χιλιόναυν
ἤλυθʼ ἔχων στρατείαν.