Ancient Greek · ~2 min
Choral 7
Euripides, Ῥῆσος 7.1
Not analysed yet
—τίνος ἁ φυλακά; τίς ἀμείβει
τὰν ἐμάν; πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.
—ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
ἔγρεσθε πρὸς φυλακάν.
οὐ λεύσσετε μηνάδος αἴγλαν;
—ἀὼς δὴ πέλας, ἀὼς
γίγνεται, καί τις προδρόμων
ὅδε γʼ ἐστὶν ἀστήρ.
—τίς ἐκηρύχθη πρώτην φυλακήν;
—Μυγδόνος υἱόν φασι Κόροιβον.
—τίς γὰρ ἐπʼ αὐτῷ; —Κίλικας Παίων
στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
—οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
καιρὸς κλήρου κατὰ μοῖραν;