Ancient Greek · ~2 min
Choral 7
Euripides, Ῥῆσος 7.1-2
Not analysed yet
—καὶ μὴν ἀΐω· Σιμόεντος
ἡμένα κοίτας
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
—ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
ποίμνια· νυκτιβρόμου
σύριγγος ἰὰν κατακούω.
—θέλγει δʼ ὄμματος ἕδραν
ὕπνος· ἅδιστος γὰρ ἔβα
βλεφάροις πρὸς ἀοῦς.
—τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
Ἕκτωρ ὤτρυνε κατόπταν;
—ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
—ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
διόλωλε; —τάχʼ ἄν. φοβερόν μοι.
—αὐδῶ Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
ἡμᾶς κλήρου κατὰ μοῖραν.