Ancient Greek · ~2 min
Choral 9
Euripides, Ῥῆσος 9.1
Not analysed yet
—τίς ἀνδρῶν ὁ βάς;
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
χέρα φυγὼν ἐμάν;
πόθεν νιν κυρήσω;
τίνι προσεικάσω,
ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
Θεσσαλὸς ἢ
παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
ἢ νησιώτην σποράδα κέκτηται βίον;
τίς ἦν; πόθεν; ποίας πάτρας;
ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
—ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
—δοκεῖς γάρ; —τί μὴν οὔ;
—θρασὺς γοῦν ἐς ἡμᾶς.
—τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; —Ὀδυσσῆ.
—μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.