Ancient Greek
Choral 9
Euripides, Ῥῆσος 9.1-2
Not analysed yet
ἔβα καὶ πάρος
κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,
ῥακοδύτῳ στολᾷ
πυκασθείς, ξιφήρης
κρύφιος ἐν πέπλοις.
βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,
ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
πολλὰ δὲ τὰν
βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
ὄλοιτʼ ὄλοιτο πανδίκως,
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
—εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
—τί λάσκων; —δυσοίζων.
—τί δρᾶσαι; τί ταρβεῖς;
—καθʼ ἡμᾶς περᾶσαι —τίνʼ ἀνδρῶν;
—οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.