Ancient Greek · ~6 min
Episode 11
Euripides, Ἱκέτιδες 11.6
Not analysed yet
ἰὼ τάλας·
μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·
ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω
πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα
προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε
κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον
γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.