Ancient Greek · ~7 min
Choral 12
Euripides, Ἱκέτιδες 12
Not analysed yet
—ἰὼ ἰώ·
τάδε δὴ παίδων καὶ δὴ φθιμένων
ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
γραίας ἀμενοῦς —οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους —
πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
πάθος ἐξεύροις
ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
—φέρω φέρω,
τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
—ἰὼ ἰώ,
πᾶ φέρεις δάκρυα φίλᾳ
ματρὶ τῶν ὀλωλότων;
σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
—ἄπαις, ἄπαις·
ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
—ἰὼ ἰώ·
ποῦ δὲ πόνος ἐμῶν τέκνων,
ποῦ λοχευμάτων χάρις;
τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,
καὶ φίλιαι προσβολαὶ προσώπων;
—βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
βεβᾶσιν.
αἰθὴρ ἔχει νιν ἤδη,
πυρὸς τετακότας σποδῷ·
ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
—πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
σὸν φόνον —εἰ γὰρ γένοιτο —τεκνῶν;
—ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
πατρῷος·
οὔπω κακὸν τόδʼ εὕδει.
αἰαῖ γόων· ἅλις τύχας,
ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
—ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
—ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ
—φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
—λόγων δὲ παρακέλευσμα σῶν
ἀέρι φερόμενον οἴχεται.
—δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
—ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
—φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.
—ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον· ἔθιγέ μου φρενῶν.
—ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.