Ancient Greek · ~2 min
Choral 4
Euripides, Ἱκέτιδες 4
Not analysed yet
—ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
ἐκλύετε τάδʼ, ἐκλύετε
ἄνακτος ὅσια περὶ θεοὺς
καὶ μεγάλα Πελασγίᾳ
καὶ κατʼ Ἄργος.
—εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
ἱκόμενος ἔτι ματέρος
ἄγαλμα φόνιον ἐξέλοι,
γᾶν δὲ φίλιον Ἰνάχου
θεῖτʼ ὀνήσας.
—καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι
τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
—ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
νόμους βροτῶν μὴ μιαίνειν.
σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ
νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.