Ancient Greek · ~7 min
Episode 5, lines 5.469-5.516
Euripides, Ἱκέτιδες 5.469-516
Not analysed yet
εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
λύσαντα σεμνὰ στεμμάτων μυστήρια
τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.
σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις
συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·
εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ,
χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·
νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
ὦ παγκάκιστε —
σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,
καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.