Ancient Greek · ~7 min
Episode 5, lines 5.517-5.560
Euripides, Ἱκέτιδες 5.517-560
Not analysed yet
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι
δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι
τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.
ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,
ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.