Ancient Greek · ~7 min
Episode 7, lines 7.634-7.683
Euripides, Ἱκέτιδες 7.634-683
Not analysed yet
γυναῖκες, ἥκω πόλλʼ ἔχων λέγειν φίλα,
αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ,
ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
ὦ φίλτατʼ, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
τήν τʼ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
σῶς ἐστʼ Ἀθηνῶν, πάντʼ ἂν ἀγγέλλοις φίλα.
σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπʼ Ἰνάχου
στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
ἔστησεν οἵ τε συμμετασχόντες δορός;
λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
ἔβαλλε γαῖαν· ἀμφὶ δʼ Ἠλέκτρας πύλας
ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων·
τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω
Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας,
ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα
αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ
κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον
πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών,
ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι
τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν.
κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες,
ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον
πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.