Ancient Greek · ~5 min
Choral 6
Euripides, Ἱκέτιδες 6
Not analysed yet
—ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —
—τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;
—στράτευμα πᾷ Παλλάδος κριθήσεται;
—διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
—γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
κτύποι φανήσονται, τάλαι-
να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
—ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
—δικαίους δαίμονας σύ γʼ ἐννέπεις.
—τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
—διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
—φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·
δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,
κακῶν δʼ ἀναψυχὰς θεοὶ
βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί.
—τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν,
Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
—ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.
—διπόταμον ἵνα πόλιν μόλω.
—εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
—τίς ποτʼ αἶσα, τίς ἄρα πότμος
ἐπιμένει τὸν ἄλκιμον
τᾶσδε γᾶς ἄνακτα;
—κεκλημένους μὲν ἀνακαλούμεθʼ αὖ θεούς·
—ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
—ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
παιδογόνε πόριος Ἰνάχου.
—πόλει μοι ξύμμαχος γενοῦ τᾷδʼ εὐμενής.
—τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα
πόλεος, ἐκκομίζομαι
πρὸς πυρὰν ὑβρισθέν.