Ancient Greek · ~7 min
Episode 7, lines 7.731-7.777
Euripides, Ἱκέτιδες 7.731-777
Not analysed yet
νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
δρῶμέν τε τοιαῦθʼ ἃν σὺ τυγχάνῃς θέλων.
ἡμῖν γὰρ ἦν τό τʼ Ἄργος οὐχ ὑποστατόν,
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
Ἐτεοκλέους τε σύμβασιν ποιουμένου,
μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
κἄπειτʼ ἀπωλόμεσθα. ὁ δʼ αὖ τότʼ εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν,
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα.
ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι.
ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε;
ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις.
πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος;
τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν;
Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα.
οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς.
ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα.
δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον.
τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.
δοκῶ μέν, αὐταί γʼ εἰσὶν αἱ διδάσκαλοι.
ἀλλʼ εἶἑν· αἴρω χεῖρʼ ἀπαντήσας νεκροῖς
Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς
οὐκ ἔστι τἀνάλωμʼ ἀναλωθὲν λαβεῖν,
ψυχὴν βροτείαν· χρημάτων δʼ εἰσὶν πόροι.