Ancient Greek · ~7 min
Choral 8
Euripides, Ἱκέτιδες 8
Not analysed yet
—τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
πόλει μὲν εὐδοξία
καὶ στρατηλάταις δορὸς
διπλάζεται τιμά·
ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
τὰν ἄελπτον ἁμέραν
ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
—ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
Χρόνος παλαιὸς πατὴρ
ὤφελʼ ἁμερᾶν κτίσαι.
τί γάρ μʼ ἔδει παίδων;
τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
νῦν δʼ ὁρῶ σαφέστατον
κακόν, τέκνων φιλτάτων στερεῖσα.
ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
τῶν οἰχομένων παίδων· μελέα
πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
κοινὸν ἐς Ἅιδην καταβᾶσα;
στεναγμόν, ὦ ματέρες,
τῶν κατὰ χθονὸς νεκρῶν
ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν
στεναγμάτων κλύουσαι.
—ὦ παῖδες, ὦ πικρὸν φίλων
προσηγόρημα ματέρων,
προσαυδῶ σε τὸν θανόντα.
ἰὼ ἰώ.
τῶν γʼ ἐμῶν κακῶν ἐγώ.
αἰαῖ.
ἐπάθομεν ὤ
τὰ κύντατʼ ἄλγη κακῶν.
ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
—ὁρῶσι κἀμὲ τὰν τάλαι-
ναν, τέκνων ἄπαιδα.
προσάγετε τῶν δυσπότμων
σώμαθʼ αἱματοσταγῆ,
σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
ἐν οἷς ἀγὼν ἐκράνθη.
—δόθʼ, ὡς περιπτυχαῖσι δὴ
χέρας προσαρμόσασʼ ἐμοῖς
ἐν ἀγκῶσι τέκνα θῶμαι.
ἔχεις ἔχεις.
—πημάτων γʼ ἅλις βάρος.
αἰαῖ.
τοῖς τεκοῦσι δʼ οὐ λέγεις;
ἀίετέ μου.
στένεις ἐπʼ ἀμφοῖν ἄχη.
εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
—ἐμὸν δὲ μήποτʼ ἐζύγη
δέμας ἐς ἀνδρὸς εὐνάν.
ἴδετε κακῶν πέλαγος, ὦ
ματέρες τάλαιναι τέκνων.
—κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
σποδὸν κάρᾳ κεχύμεθα.
ἰὼ ἰώ μοί μοι·
κατά με πέδον γᾶς ἕλοι,
διὰ δὲ θύελλα σπάσαι,
πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
—πικροὺς ἐσεῖδες γάμους,
πικρὰν δὲ Φοίβου φάτιν·
ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα
δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.