Ancient Greek · ~2 min
Choral 2
Euripides, Τρῳάδες 2.1-2
Not analysed yet
Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
ἄιον οἴκτους οὓς οἰκτίζῃ.
διὰ δὲ στέρνων φόβος ἄισσεν
Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω
δουλείαν αἰάζουσιν.
ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη
κινεῖται κωπήρης χείρ;
οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη
ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.
ἰὼ ἰώ.
μέλεαι μόχθων ἐπακουσόμεναι
Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων·
στέλλουσʼ Ἀργεῖοι νόστον.
αἶ, αἶ.
μή νύν μοι τὰν
ἐκβακχεύουσαν Κασάνδραν,
αἰσχύναν Ἀργείοισιν,
πέμψητʼ ἔξω,
μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.
ἰώ.
Τροία Τροία δύστανʼ, ἔρρεις,
δύστανοι δʼ οἵ σʼ ἐκλείποντες
καὶ ζῶντες καὶ δμαθέντες.