Ancient Greek · ~2 min
Choral 2
Euripides, Τρῳάδες 2.2-3
Not analysed yet
τὰν Πηνειοῦ σεμνὰν χώραν,
κρηπῖδʼ Οὐλύμπου καλλίσταν,
ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ
εὐθαλεῖ τʼ εὐκαρπείᾳ·
τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν
Θησέως ζαθέαν ἐλθεῖν χώραν.
καὶ τὰν Αἰτναίαν Ἡφαίστου
Φοινίκας ἀντήρη χώραν,
Σικελῶν ὀρέων ματέρʼ, ἀκούω
καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
τάν τʼ ἀγχιστεύουσαν γᾶν
Ἰονίῳ ναύται πόντῳ,
ἃν ὑγραίνει καλλιστεύων
ὁ ξανθὰν χαίταν πυρσαίνων
Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
εὔανδρόν τʼ ὀλβίζων γᾶν.