Ancient Greek · ~2 min
Choral 2
Euripides, Τρῳάδες 2.2-2
Not analysed yet
αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις
τὰν σὰν λύμαν ἐξαιάζεις;
οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
δινεύουσʼ ἐξαλλάξω.
νέατον τεκέων σώματα λεύσσω,
νέατον
μόχθους ἕξω κρείσσους,
ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων
ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων. ʼ
ἢ Πειρήνας ὑδρευσομένα
πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν
Θησέως εὐδαίμονα χώραν.
μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα,
τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα,
τῷ τᾶς Τροίας πορθητᾷ.