Ancient Greek · ~3 min
Episode 3
Euripides, Τρῳάδες 3.6
Not analysed yet
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην
ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,
χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.
ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα
δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.
ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή;
οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,
οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος
καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.