Ancient Greek · ~7 min
Episode 3
Euripides, Τρῳάδες 3.7
Not analysed yet
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,
γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.
ἐᾶτέ μʼ —οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·
τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,
κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ
τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν
αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,
πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους
ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.
κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.
τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.
ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,
τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;
ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,
νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ
δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.