Ancient Greek · ~4 min
Episode 5, lines 5.1-5.3
Euripides, Τρῳάδες 5.1-3
Not analysed yet
Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην
ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;
παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ,
δύστανε γύναι, πάρεδρος χαλκέοις
Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
δοριθηράτοις,
οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.
οἴμοι.
τί παιᾶνʼ ἐμὸν στενάζεις;
αἰαῖ —
τῶνδʼ ἀλγέων —
ὦ Ζεῦ —
καὶ συμφορᾶς.
τέκεα,
πρίν ποτʼ ἦμεν.
βέβακʼ ὄλβος, βέβακε Τροία
τλάμων.
ἐμῶν τʼ εὐγένεια παίδων.
φεῦ φεῦ.
φεῦ δῆτʼ ἐμῶν
κακῶν.
οἰκτρὰ τύχα
πόλεος,
ἃ καπνοῦται.
μόλοις, ὦ πόσις, μοι —
βοᾷς τὸν παρʼ Ἅιδᾳ
παῖδʼ ἐμόν, ὦ μελέα.
σᾶς δάμαρτος ἄλκαρ.
σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν,
τέκνων δέσποθʼ ἁμῶν,
πρεσβυγενὲς Πρίαμε,
κοίμισαί μʼ ἐς Ἅιδου.
οἵδε πόθοι μεγάλοι
σχετλία, τάδε πάσχομεν ἄλγη.
οἰχομένας πόλεως
ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
πέργαμα Τροίας· αἱματόεντα δὲ
θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε
δούλια Τροίᾳ.