Ancient Greek · ~7 min
Episode 5, lines 5.3.601-5.3.646
Euripides, Τρῳάδες 5.3.601-646
Not analysed yet
ὦ πατρίς, ὦ μελέα
καταλειπομέναν σε δακρύω,
νῦν τέλος οἰκτρὸν ὁρᾷς.
καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.
ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
οἷος ἰάλεμος, οἷά τε πένθη
δάκρυά τʼ ἐκ δακρύων καταλείβεται
ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-
λάθεται ἀλγέων .
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ
πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς
ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ
βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
φεῦ φεῦ·
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.
ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι
Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.
εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ
ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον
ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,
ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.