Ancient Greek · ~7 min
Episode 11, lines 11.1047-11.1091
Euripides, Ἀνδρομάχη 11.1047-1091
Not analysed yet
Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον
ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη
φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων
εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων
δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας.
Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·
βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων.
τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.
πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.
μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;
ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.
σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα;
Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός.
ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων;
καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.
κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ;
ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.
οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;
ὤμοι μοι·
οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας
σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.
αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.
οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει
Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου.
ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς·
ἔπαιρε σαυτόν.
οὐδέν εἰμ’· ἀπωλόμην.
φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω.
ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν
χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.
ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις.
πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.
ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν.
καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις
κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν
ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·