Ancient Greek · ~7 min
Episode 11, lines 11.1092-11.1141
Euripides, Ἀνδρομάχη 11.1092-1141
Not analysed yet
Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος
δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;
κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν·
ἀρχαί τε, πληροῦντές τε βουλευτήρια,
ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,
φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις.
ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας
παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,
λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν
σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.
καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι
θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν;
ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας
δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ
πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην.
κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα
ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός,
ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις·
τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος
δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος
εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.
χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ·
οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι
κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ.
χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς
ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·
Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας; —
τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις.
πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος
προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς
ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί.
ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη,
οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι,
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες
ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.