Ancient Greek · ~4 min
Episode 11, lines 11.1142-11.1165
Euripides, Ἀνδρομάχη 11.1142-1165
Not analysed yet
πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους,
κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις
πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει
παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς
Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,
πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας
τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων.
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν
κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις
κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.
τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.
ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,
παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;