Ancient Greek · ~7 min
Episode 3, lines 3.147-3.190
Euripides, Ἀνδρομάχη 3.147-190
Not analysed yet
κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην,
ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν.
ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις·
σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις
τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς,
νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται·
δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ,
κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε,
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ,
δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ,
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις.
εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ,
ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται
κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι
χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος.
ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν,
ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
φεῦ φεῦ·
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα,
ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·