Ancient Greek · ~3 min
Choral 2
Euripides, Ἀνδρομάχη 2
Not analysed yet
ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
δαρὸν οὐδὲ λείπεις,
Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
εἴ τί σοι δυναίμαν
ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
τλάμον’ ἀμφὶ λέκτρων
διδύμων ἐπίκοινον ἐοῦσαν
ἀμφὶ παῖδ’ Ἀχιλλέως.
γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
δεσπόταις ἁμιλλᾷ
Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
λεῖπε δεξίμηλον
δόμον τᾶς ποντίας θεοῦ. τί σοι
καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
δεσποτῶν ἀνάγκαις;
τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον
οὐδὲν οὖσα μοχθεῖς;
ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,
γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας
δμωὶς ἐπ’ ἀλλοτρίας
πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς
σῶν, ὦ δυστυχεστάτα,
παντάλαινα νύμφα.
οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους
δεσποτῶν ἐμῶν· φόβῳ δ’
ἡσυχίαν ἄγομεν—
τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω—
μὴ παῖς τᾶς Διὸς κόρας
σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.