Ancient Greek · ~7 min
Episode 3, lines 3.234-3.273
Euripides, Ἀνδρομάχη 3.234-273
Not analysed yet
τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων,
ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα;
οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.
ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.
οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι—
σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας
ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·
τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.
κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ
πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·
ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω,
οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω
κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.