Ancient Greek · ~4 min
Choral 4
Euripides, Ἀνδρομάχη 4
Not analysed yet
Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
ἐς νάπαν ἦλθ’ ὁ Μαί-
ας τε καὶ Διὸς τόκος,
τρίπωλον ἅρμα δαιμόνων
ἄγων τὸ καλλιζυγές,
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
σταθμοὺς ἐπὶ βούτα,
βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν
ἔρημόν θ’
ἑστιοῦχον αὐλάν.
ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς,
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις,
τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίνᾳ
περγάμοις τε Τροίας.
ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
ἁ τεκοῦσά νιν
πρὶν Ἰδαῖ-
ον κατοικίσαι λέπας·
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
βόασε Κασάνδρα κτανεῖν,
μεγάλαν Πριάμου πόλεως λώβαν.
τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
δαμογερόν-
των βρέφος φονεύειν;
οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε
δούλιον, σύ τ’ ἂν γύναι,
τυράννων
ἔσχες ἂν δόμων ἕδρας·
παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς
μόχθους οὓς ἀμφὶ Τροίαν
δεκέτεις ἀλάληντο νέοι λόγχαις.
λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,
καὶ τεκέων
ὀρφανοὶ γέροντες.