Ancient Greek · ~8 min
Episode 5, lines 5.309-5.360
Euripides, Ἀνδρομάχη 5.309-360
Not analysed yet
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;
οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.