Ancient Greek · ~7 min
Episode 5, lines 5.406-5.449
Euripides, Ἀνδρομάχη 5.406-449
Not analysed yet
εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·
τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου·
ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,
στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον,
μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην,
καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν
ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει,
ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ.
ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,
δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται
ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον
εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο·
τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους
δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.
οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα.
κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;
καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;
ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ.
ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;
οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.
ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.