Ancient Greek · ~2 min
Episode 5, lines 5.450-5.463
Euripides, Ἀνδρομάχη 5.450-463
Not analysed yet
τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν
γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,
ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε
γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς,
μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.