Ancient Greek · ~4 min
Episode 7, lines 7.1-7.4
Euripides, Ἀνδρομάχη 7.1-4
Not analysed yet
καὶ μὴν ἐσορῶ
τόδε σύγκρατον ζεῦγος πρὸ δόμων
ψήφῳ θανάτου
δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
οὐδὲν μετέχων
οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
ἅδ’ ἐγὼ χέρας αἱματη-
ρὰς βρόχοισι κεκλῃμένα
πέμπομαι κατὰ γαίας.
μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
πτέρυγι συγκαταβαίνω.
θῦμα δάιον, ὦ χθονὸς
Φθίας κράντορες.
ὦ πάτερ,
μόλε φίλοις ἐπίκουρος.
κείσῃ δή, τέκνον ὦ φίλος,
μαστοῖς ματέρος ἀμφὶ σᾶς
νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’
ὤμοι μοι, τί πάθω; τάλας
δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν
ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν
θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς
τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία
μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
ἐξὸν κτείνειν
καὶ φόβον οἴκων ἀφελέσθαι.
ὦ πόσις πόσις, εἴθε σὰν
χεῖρα καὶ δόρυ σύμμαχον
κτησαίμαν, Πριάμου παῖ.
δύστανος, τί δ’ ἐγὼ μόρου
παράτροπον μέλος εὕρω;
λίσσου, γούνασι δεσπότου
χρίμπτων, ὦ τέκνον.
ὦ φίλος,
φίλος, ἄνες θάνατόν μοι.
λείβομαι δάκρυσιν κόρας,
στάζω λισσάδος ὡς πέτρας
λιβὰς ἀνήλιος, ἁ τάλαιν’
ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν
μῆχος ἐξανύσωμαι;