Ancient Greek · ~7 min
Episode 7, lines 7.5.537-7.5.582
Euripides, Ἀνδρομάχη 7.5.537-582
Not analysed yet
τί με προσπίτνεις, ἁλίαν πέτραν
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,
σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
μέγ’ ἀναλώσας ψυχῆς μόριον
Τροίαν εἷλον καὶ μητέρα σήν·
ἧς ἀπολαύων
Ἅιδην χθόνιον καταβήσῃ.
καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,
τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;
Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης
ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν
ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ
πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις
ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας
βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε
καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.
οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων.
ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων
τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν.
καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ
ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,
ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον
μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.
ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος
πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος—
ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον.
χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν
καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;